Ancient Greek
P.Sarap. 83 a
Documentary Papyri, P.Sarap. 83a
Not analysed yet
Σαραπίων Εὐτυχίδῃ τῶι υἱῶι χαίρειν. μελησάτω σοι περὶ τῆς ξυλαμῆς τοῦ νοτίνου παρατόμου καὶ τοῦ ἄλλου παρατόμου καὶ τῆς κριθῆς καὶ τοῦ χόρτου ἐν Ψώθι καὶ τοῦ πυροῦ καὶ ὅπως σκορπισθείη κόπρος τοῦ παρατόμου. ἔπεμψά σοι κεράμια γ ταῦτα οὖν πώλησον δραχμῶν ζ τριωβόλου. ἐὰν δὲ ὁ ἀδελφός σου ἔλθῃ μεινάτω ἐν τῇ κώμῃ ἕως ἔλθω αὐτῷ. μάντευσαι οὖν τὸν θεόν ὁπότε δυνάμεθα σπεῖραι ἐν Ψώθι. ἔρρωσο Εὐτυχίδη τέκνον. Εὐτυχίδηι τῶι υἱῶι