Ancient Greek
P.Sarap. 85
Documentary Papyri, P.Sarap. 85
Not analysed yet
Ἡλιόδωρος Σαραπίωνι τῶι πατρὶ χαίρειν. μόλις ποτὲ λαβών σου τὴν ἐπιστολὴν ἥσθην ὅτι ἔρρωσαι κατὰ τὰς εὐχὰς ἡμῶν. ἐγὼ δὲ αἰεὶ διʼ ὧν ἄν εὑρῶ ἀναπλεόντων χαίρων σε ἀσπάζομαι καὶ ὅταν μηδὲν ἐνῆν καινότερόν σοι δηλῶσαι. περὶ μὲν οὖν τοῦ πράγματος οὔπω μοι οὐδὲν καινότερον γινώσκεται, περὶ δὲ τῶν ἄλλων ταῦτα λαλεῖται ὅτι ἐὰν ἱκανὴ ἀνάβασις γένηται στρα… μεθίστανται καὶ βασιλικοὶ …α…ιωνος ἐπε… Σαραπίωνι πατρί