Ancient Greek
P.Sarap. 90
Documentary Papyri, P.Sarap. 90
Not analysed yet
Ἡλιόδωρος Εὐτυχίδηι τῶι καὶ Κοττάρωι ἀδελφῶι χαίρειν. ἐδήλωσά σοι διὰ τῆς πρὸ ταύτης ἐπιστολῆς Σέρουιον Σιλπίκιον Σίμιλιν τὸν ἀγαθώτατον ἡγεμόνα ἐπιδεδημηκέναι τῆι κε τοῦ Φαρμοῦθι καὶ …ου… ἐπίτροπον μετεστάσθαι μήπω μέντοι διάδοχον αὐτῶι ἐληλυθέναι. ὁ δὲ χρυσοῦς ἀνθʼ ὧν ἦν δραχμῶν πιπρασκόμενος δεκαπέντε ἕνδεκα ἐγένετο· ἐνέτυχον δὲ αὐτῶι οἱ τὸ προσ…ον λαβόντες ὧν καὶ ἡ προθεσμία παρειληλύθει ἀξιοῦντες τιμὴν στήσειν καὶ ὑπέσχετο στήσειν τῇ η, οὔπω μέντοι ἔστησεν. ἐὰν δέ τι καινότερον γένηται δηλώσω σοι. εἰ μέντοι ὁ πατήρ μου ἕτοιμος ἐγεγόνει …αι τι πάντως ἄν καὶ αὐτός σου ἐφρόντισα· …α πάσης ἐπιστολῆς γράφω σοι εὔλογον καὶ νῦν …δοκεῖ προσθεῖναι μηδὲν ὧν ἂν ἐποίησα, ἵνα μὴ ἐπιγραφήν σοι παραλίπῃς διὰ ἐμέ. ἔρρωσο ἄδελφε τιμιώτατε πανοικί …εδη χαράν Παχὼν θ ἔτους ἐν…υ Τραιανοῦ Καίσαρος τοῦ κυρίου …