Ancient Greek
P.Sarap. 92
Documentary Papyri, P.Sarap. 92
Not analysed yet
Εὐτυχίδης Σαραπίωνι τῶι πατρὶ χαίρειν. πρὸ τῶν ὄλων ἀσπάζομαί σε καὶ εὐχαριστῶ σοι ὅτι ἐδήλωσάς μοι τὴν ὑγιείαν σου. περὶ τῆς κριθῆς τῆς ἐν Θαλλοῦ εὐθύμει, πέπρακα γάρ. περὶ τῶν κεραμίων σου γράφω σοι ἵνʼ εἰδῇς ὅτι οὐκ ἀμελοῦμεν· ἠγοράκαμέν σοι εὐώδη κεράμια ἑκατον . τὰ χλωρὰ τῆς Πώεως οἰκονομήσαμεν, παραγενόμενοι γὰρ ἐκεῖ. ἀντι…ε…ηκεν ἡμῖν δαπάνην οὐκ ὀλίγην καὶ ὡς ἐδεῖ …ρ… καὶ μετὰ πολλῶν κόπων ἠναγκάσαμεν αὐτὸν ἀντισχέσθαι τῆς τούτων γεωργίας ἐπὶ τῷ προτέρῳ ἐκφορίῳ ὡς ἔγραψας ἐπὶ τῇ ἐντολῇ. περὶ δὲ Ὑφαντῶνος τὸ πρὶν ἤ γράφῃ μοι διʼ ἡμερῶν ἐκεῖ πέμπω. περὶ τῶν χλωρῶν οὔπω οὐδέν. παρακαλῶ σε γράψαι μοι περὶ τῆς ὑγιείας σου. οὐ προχωρεῖ ὁ πυρὸς εἰ μὴ ἐκ δραχμῶν ἑπτά . ἔρρωσο καὶ παρακληθεὶς συνεχῶς ἡμῖν γράφε περὶ τῆς σωτηρίας σου. Σαραπίωνι τῷ πατρί