Ancient Greek
P.Sarap. 94
Documentary Papyri, P.Sarap. 94
Not analysed yet
Εὐτυχίδης Ἡλιοδώρωι τῶι ἀδελφῶι χαίρειν. οἱ πρεσβύτεροι καταπειράζοντες ἡμῶν ἐτόλμησαν ὥστε καὶ Πεγέα ὄντα ἐν ἀγρῷ μετὰ τῶν θρεμμάτων νυκτὸς ἀποσπάσαι ὡς πρεσβύτερον μὴ ὄντα μήτε ἐν καταχωρισμῷ μήτε ὑπὸ τοῦ κωμογραμματέως δοθέντα αὐτοῖς. ἐρωτῶ οὖν σὲ πρὸς ἐπίστασιν τῶν ἄλλων ἐκδικῆσαι αὐτὸν καὶ ἐντυχεῖν κατὰ Πετεψώιτος Φατρήους καὶ Δημητρίου Τεκωοῦτος ὡς ἐπηρεαστῶν καὶ ἐργολάβων. εἰσὶ δὲ οἱ ἐν καταχωρισμῷ πρεσβύτεροι Πετεψῶις Φατρήους Μιρῆς Μιρήους λεγόμενος Τάξ Μιρῆς …ω Μιρῆς Πετοσείρεως Δημήτριος Τεκωοῦτος Πορεμένθις Ἁρμοδίου Ἡλιοδώρωι τῶι ἀδελφῶι