Ancient Greek
P.Sarap. 97
Documentary Papyri, P.Sarap. 97
Not analysed yet
Ἀνουβίων Σαραπίωνι τῶι πατρὶ χαίρειν. παρὰ τὴν κατάλυσιν τῶν ἀναψώντων ἐπορεύθην εἰς Τερενεπὰ καὶ μετὰ πολλῶν κόπων ἀπῄτησα Πανεμγέα χωρὶς οὐδενὸς γράμματος δραχμὰς ὀγδοήκοντα ἃς διὰ Ἀμμωνίου σοι ἔπεμψα. ὡς οὖν ἔγραψάς μοι πρότερον τὸν λάκκον ἀναψῆσαι ποιῶ· τὸ γὰρ χωρίον ἐὰν μὴ εὕρῃ τὸ αὔταρκες ὕδωρ μέλλει βλάπτεσθαι. γράφεις οὖν μοι ποτέραν ἅλω πρότερον θέλεις πατῆσαι ἵνα μετὰ τὸν ἀναψησμὸν πατήσω. πέμψεις δὲ τὴν παγῖδα καὶ ἐὰν δυνηθῇς ἐργάτην ἕνα ἵνα ἀσφαλέστερον πατήσωμεν. ἡ δεκανία τῶν βοῶν δραχμῶν τριῶν ἐστι χωρὶς οὐδενὸς ἐργάτου. πέμψεις μοι ἄρτους καὶ προσφάγιον. ἔρρωσό μοι πάτερ