Ancient Greek
P.Sel.Warga 3
Documentary Papyri, P.Sel.Warga 3
Not analysed yet
Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοείτου Θεμίστου καὶ Πολέμωνος μερίδος παρὰ Τεφορσαίτος τῆς Παβοῦτος τῶν ἀπὸ κώμης Βερενικίδος Θεσμοφόρου μετὰ κυρίου τοῦ συνγενοῦς Κάστορος τοῦ Σαραπίωνος. ὑπάρχει μοι ἐν κώμῃ Θεαδελφίας μητρικὸν τρίτον μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾧ κατοικῶ καὶ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογράφην καί εἰμι ἡ προγεγραμμένη Τεφορσάις ὡς ἐτῶν μη ἄσημος καὶ ἐν ἑτέρῳ τόπῳ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἐπεὶφ ϛ.