Ancient Greek
P.Sijp. 11 a
Documentary Papyri, P.Sijp. 11a
Not analysed yet
Αὐρήλιοι Μουσῆς …ἀπὸ κώμης …καταμένων ἐν τῇ αὐτῇ κώμῃ καὶ Ἀχιλλεὺς Πανουβᾶ ἀπὸ κώμης …καταμένων ἐν ἐποικίῳ …ἀλλήλοις χαίρειν. ἐπειδὴ ἐγὼ ὁ Μουσῆς ἤλλαξά σοι ὄνον λευκὸν με… ὁμολογοῦμεν μετ’ ἀλλήλων λαβεῖν παρὰ σοῦ τοῦ Ἀχιλλέως ὄνον …λευκὴν καὶ λαβεῖν παρὰ σοῦ ἀργυρίου τάλαντα ὀκτακισχίλια… ἐπάνω τοῦ ὄνου …μὴ δύνασθαι ἡμᾶς …μηδεὶς ἐξ ἡμῶν …τῷ ἑτέρῳ. ἐάν τις ἐξ ἡμῶν …μετελθεῖν, δίδοται …ἐλαίου πενταχόεια ρλε …καὶ ἐθέμεθα ταύτην τὴν ἀσφάλειαν πρὸς τὸ παρʼ ὁποτέρῳ μέρει ἡμῶν εἶναι μοναχὴν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. μετὰ τὴν ὑπατείαν Τιμασίου καὶ Προμώτου τῶν λαμπροτάτων. Αὐρήλιος Μουσῆς ὁ προκείμενος ἤλλαξα τὸν προκείμενον ὄνον καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Μελᾶς Φαριᾶ …ὁ καὶ σωματίσας. Αὐρήλιος Ἀχιλλεὺς ὁ προκείμενος ἤλλαξα ὡς πρόκειται.