Ancient Greek
P.Sijp. 14
Documentary Papyri, P.Sijp. 14
Not analysed yet
……τῆς θυγατρός μου …ἀπεσταλμένης ὑπ’ ἐμοῦ ὡς πρὸς ἀγορασμὸν δραχμῶν τεσσάρων σίτου. τινίποτε τῶν τρόπων Ταορμῶτις καὶ ἡ ταύτης θυγάτηρ …ερε…οῦς, αἱ δύο, καταπεριστᾶσαι τὴν θυγατέρα μου ἔδοσαν αὐτῆι πληγὰς πλείους καὶ ἀφήρπασαν τὸν ταύτης χιτῶνα καὶ τὰς τοῦ ἀργυρίου δραχμὰς τέσσαρας. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι τὰς ἐνκαλουμένας κατασταλθῆναι ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. vac. εὐτύχει. ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Σεβαστοῦ ιδ