Ancient Greek
P.Sijp. 16
Documentary Papyri, P.Sijp. 16
Not analysed yet
τῷ ἐπὶ τῶν τόπων βενεφικιαρίῳ παρὰ Νείλου χρυσοχόου. σήμερον, ἥτις ἐστὶν θ τοῦ Ἁδριανοῦ μηνός, ἐπῆλθεν τῷ ἐργαστηρίῳ μου Θαμοῦνίς τις γυνὴ Κώφου τινὸς ὀνηλάτου προφάσει δακτυλιδίων ἀργυρῶν καὶ συλλαβοῦσα τὸν καθήκοντα καιρὸν ἀπρεπές με ᾐκίσατο πλείσταις πληγαῖς οὐ μόνον ἀλλὰ καὶ ἀφείλετο ἐκ τῆς πρὸς ἐμοῦ κειμένης τραπέζης ἐνώτιον χρυσοῦν τεταρτῶν τριῶν. ὅθεν ἐπιδίδωμι ἀξιῶν ἀχθῆναι αὐτὴν ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον ἵν’ ὦ εὐεργετημένος. διευτύχει. ἔτους ιθ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ θ.