Ancient Greek
P.Sijp. 43
Documentary Papyri, P.Sijp. 43
Not analysed yet
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς …,ἐν …. τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Θ… Ἁρπαήσιος τοῦ Ἡρακλήου μητρὸς …ἀπὸ κώμης …μετὰ κυρίου …στος Πανεσνέως μητρὸς …δωτ …Πανομγέως τοῦ Πανομγέως …ἐφ’ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν διαθήκην ταύτην, ὃ δ’ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσασα, καταλείπω ἀνδρί μου Πλουτίωνι Πεκύσιος τοῦ Δ… ἀπὸ τῆς αὐτῆς κώμης ἐὰν ζῇ, εἰ δὲ μή, τοῖς θέσει υἱοῖς …νιος Ἁρπάλου ἀπὸ Ὀξυρύγχων πόλεως ἐξ ἴσου ἑκατέρῳ δὲ ἐὰν ζῇ, εἰ δὲ μή, τοῖς τέκνοις αὐτῶν …προγε-γραμμένοις θέσει υἱοῖς Μελανίωνι καὶ Σαραπίωνι ἐξ ἴσου ἑκατέρῳ ἐὰν ζῇ, εἰ δὲ μή, τοῖς τέκνοις αὐτῶν …καὶ ἕτερα χρηστήρια. περὶ δὲ ε…πιαδ…περιχερ…ι… δούλην Δημητροῦν αυ… τω εἶναι τοῦ προγεγραμμένου μου ἀνδρὸς Πλουτίωνος ἐφ’ ὅσον ζῇ τὴν χρῆσιν καὶ προσόδους πάσας τ… ᾧ καὶ ἐξέσται πωλεῖν ταὐτὰ ἐλευσόμενα εἰς τοὺς θέσει υἱοὺς ἐξ ὀνόματός μου καὶ ἐπιδανείζεσθαι καὶ καταχρᾶσθαι εἰς τὸ ἴδιον χρέος τοῖς ἐμπεσουμένοις ἐκ πράσεως ἢ καὶ δανείων ἀργυρίοις. μετὰ δὲ ἐνιαυτὸν ἕνα τῆς ἐμοῦ καὶ τοῦ ἀνδρὸς Πλουτίωνος τελευτῆς …Πλου-τίωνος φύσει θυγατρὶ Λεοντοῦτι ἃς μόνας αὐτῇ διατάσσω ἀργυρίου δραχμὰς ἑκατόν. ἐὰν δέ τινι …συμβῇ …13. -σαιεπισ…ριουσ…μου ἀνα… ἐμέρισα αὐτῷ εἰς τὸν …αὐτω …εἶναι ἀδιαίρετα τοῖς ἀμφοτέροις τῆς θυγατρός μου Λεζατου… ἐὰν ζῇ, εἰ δὲ μή, τῶν τέκνων αὐ… καὶ μηδενὶ ἐξεῖναι παραβαίνειν τι τῶν ὑπ’ ἐμοῦ διατεταγμένων, τὸν δὲ παραβησόμενον ἀποτίνειν καθ’ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς …καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον κύρια μένειν τὰ προκείμενα. ἡ διαθήκη κυρία. Θ… Ἁρπαήσιος τοῦ Ἡρακλήου πεποίημαι τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτὴν ἀνδρί μου Πλουτίωνι ἐὰν ζῇ, εἰ δὲ μή, τοῖς θέσει κ…