Ancient Greek
P.Sorb. 1 10
Documentary Papyri, P.Sorb. 1 10
Not analysed yet
Λυκομήδης Ἱπποδάμωι χαίρειν. Πολέμωνα τῶν Ἀντιόχου ἀνέγραψεν Χρύσιππος ὀφείλοντα ζυτικὰ τῶν ἐπάνω χρόνων δραχμὰς φ περὶ οὗ καὶ πρότερον ἐγράψαμεν ὅπως …ηι εἰσπράχθηι· ἐὰν δὲ ἀντιλέγηι, ἐγγύους καταστήσας τοῦ διπλοῦ κρίθηι. γράψον οὖν ἡμῖν ἐν ταχεῖ τὴν οἰκονομίαν ἣν πεποίησθε· εἰ δὲ μή, προσλογίζεσθε ……γραμματεῖ τὸ ἀργύριον. ἔρρωσο. ἔτους ιη Δαισίου ……παρὰ Λυκομήδους …Χρύσιππος ἀναγράφων …ζυτικά Ἱπποδάμωι Χρύσιππο…