Ancient Greek
P.Sorb. 1 18
Documentary Papyri, P.Sorb. 1 18
Not analysed yet
Βιῆνχις Πρωτογένει χαίρειν. ἀπέσταλκά σοι τὸν λόγον τοῦ εἰσεληλυθότος ἐν τοῖς Ἀπολλωνίδου καὶ Πτολεμαίου τόποις ἐν τῶι Θῶυθ ἕως κ καὶ τοῦ μεμερισμένου εἰς τοὺς πρεσβυτέρους ἱππέας ἐν τοῖς Ἀπολλωνίδου καὶ ζυτηρᾶς τοῦ αὐτοῦ χρόνου· τοῦ δὲ Πτολεμαίου τὸ καθʼ ἓν τῆς πυροῦ πενταρταβίας πρεσβυτέροις ἱππεῦσιν ἐπὶ κεφαλαίου σνη· τὸ δὲ καθʼ ἓν ἀνοίσω σοι ἅμα τῆι ἡμέραι καὶ Ἀπολλωνίδης καὶ Δωρόθεος ὑπὸ νύκτα. ἀπέσταλκα δέ σοι καὶ τὸν διακείμενον τῶν πρεσβυτέρων καὶ ζυτοποιῶν. ἔρρωσο. Πρωτογένει ἀνοικτέον