Ancient Greek
P.Sorb. 1 23
Documentary Papyri, P.Sorb. 1 23
Not analysed yet
Διογένης Θρασυμήδει χαίρειν. σύνταξον μετρῆσαι διὰ Σενθέως μυριαρούρου καὶ κωμογραμματέως Παώφιος τοῖς ἐν Ἑρμοῦ πόλει γεωργοῖς δάνειον εἰς κάτεργον κριθοπυροῦ ἢ κριθῆς παλαιᾶς ἀρτάβας ο. ἔρρωσο. ἔτους λε, Θῶυθ λ Διογένης Θρασυμήδει χαίρειν. σύνταξον μετρῆσαι διὰ Σενθέως μυριαρούρου καὶ κωμογραμματέως Παώφιος τοῖς ἐν Ἑρμοῦ πόλει γεωργοῖς δάνειον εἰς κάτεργον ὃ ἀποδώσουσιν ἐκ νέων ἅμα τοῖς ἐκφορίοις ἐν τῶι λϛ ἔτει κριθοπυροῦ ἢ κριθῆς παλαιᾶς ἀρτάβας ἑβδομήκοντα . ἔρρωσο. ἔτους λε, Θῶυθ λ. Σενθέως Θρασυμήδει. κριθοπυροῦ ο.