Ancient Greek
P.Sorb. 1 49
Documentary Papyri, P.Sorb. 1 49
Not analysed yet
Ἀπολλωνίδης Θεσενούφει χαίρειν. Πκωῖλις ὁ ἀποδιδούς σοι τὴν ἐπιστολήν ἐστιν τῶν παρʼ ἡμῶν γεωργῶν· α…νει δὲ προδεδωκὼς …μ…σει τινι τῶν ἐκ Φιλοπάτορος γεωργῶν τὴν τιμὴν πυροῦ ἀρταβῶν ιη κριθῆς ἀρταβῶν ϛ γίνονται κδ …προσέχει τὸν σῖτον ἀποδοῦναι αὐτὸν ἢ τὴν τιμήν. ἐὰν μή σοι …ν…ηται, καλῶς ποιήσεις ἐπαναγκάσας τὸν ἄνθρωπον ἀποδοῦναι …γὰρ αὐτὸς ὀφείλει πρὸς τὰ …ἔρρωσο. ἔτους κϛ, Μεσορὴ δ. ἔτους κϛ, Μεσορὴ δ. Ἀπολλωνίδης περὶ Πκωίλιος. Θεσενούφει.