Ancient Greek
P.Sorb. 1 62
Documentary Papyri, P.Sorb. 1 62
Not analysed yet
καταξιώσῃ ἡ σὴ λαμπρότης πέμψαι μοι μίαν χοῦν ἐλαίου σπάνου καὶ ἑνὸς νομίσματος χυτοῦ εἰς χρείαν τοῦ λύχνου, καὶ τὴν τιμὴν τούτων γράψαι μοι ἢ ἀποστείλω ἢ γοῦν, ἐὰν θελήσῃ ἡ σὴ λαμπρότης, κουφῖσαι ἐκ τῶν ἓξ νομισμάτων ὧν ἔλαβε ἀπὸ Πέτρου τοῦ ζυγοστάτου, ἐπειδὴ τὰ τοιαῦτα κατέχει μοι νῦν. μὴ οὖν ἀμελήσῃς περὶ τούτου ἐπειδὴ χρεία ἐστὶν ἀναγκαίως. ἐπίδος τῇ κυρίᾳ μου τὰ πάντα εὐδοκιμωτάτῃ καὶ παμφιλεστάτῃ μητρὶ Μαρτυρίᾳ παρὰ Ἀνουβίωνος δομεστικοῦ.