Ancient Greek
P.Sorb. 3 133
Documentary Papyri, P.Sorb. 3 133
Not analysed yet
ἔτους κβ ἐπαγομένων ε χαλκοῦ ……κωι ἀρχιφυλακείτηι Μούχεως παρὰ Ἁρσεμθέως Τέωτος καπήλου. ἐμοῦ ἀναβαίνοντος ἐκ τοῦ ἀμπελῶνος δεκάτης ὥρας ἐπιπηδήσαντές τινες ὤιχοντο ἔχοντες τὴν ὄνον καὶ τὸν πῶλον αὐτῆς ἃ ἦν ἄξια δραχμ ξ καὶ ἱδρῶια δραχμ η καὶ κεράμια οἴνου β ἃ ἦν ἄξια δραχμ λ καὶ ἱμάτιον ἃ ἦν ἄξιον δραχμ λ καὶ χαλκοῦ ἐν χειλωτῆρι δραχμ μη διώβολον. γίνεται χαλκοῦ δραχμ ροϛ διώβολον. γέγραφα οὖν σοι ἵνα εἰδῇς. ἔρρωσο. ἔτους κβ Θωὺθ α