Ancient Greek
P.Sorb. 3 140
Documentary Papyri, P.Sorb. 3 140
Not analysed yet
Στασὼ καὶ Ἀντίπατρος Καλλιφῶντι χαίρειν. πεπράκαμέν σοι ὄνον θήλειαν λευκὴν καὶ πωλίον ἄρρεν αὐτῆς καὶ ἀπέχομεν τὴν τιμὴν αὐτῆς ἀργυρίου δραχμὰς τεσσαράκοντα. ἔστιν δὲ αὕτη ἡ ὄνος περὶ ἧς τὴν ἔντευξιν ἐνέβαλε τῶι βασιλεῖ Στασὼ …σοι· ἐὰν δὲ μὴ βεβαιῶμεν σοί, ἀποτείσομεν τὴν τιμὴν ἡμιόλιον. …Μεχεὶρ ιθ