Ancient Greek
P.Sorb. 1 15
Documentary Papyri, P.Sorb. 3 73
Not analysed yet
…ρον ἀπὸ μισθώσεως τοῦ κλήρου καθ’ ἣν ἐμίσθωσεν Τιμοκράτης Ζηνοδώρωι κατὰ τὴν συγγραφὴν τὴν τεθεῖσαν παρὰ συγγραφοφύλακα Ἀλκέταν. ὁπότερος δ’ ἂν αὐτῶν ἐπιπορεύηται ὑπὲρ τοῦ κλήρου κατὰ τὴν συγγραφήν, ἥ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπιπορευόμενος ἐφ’ ὃν ἂν ἐπιπορεύηται δραχμὰς χιλίας. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηι ὁ ἐμμένων κατὰ τοῦ μὴ ἐμμένοντος. μάρτυρες· Πρωτέας Πέρσης, …ας Πέρσης, Πλάτων Πέρσης, Ἀνίκητος …ς, Νείλων Λίβυς, …οὗτοι τῶν Λυσανίου στρατιῶται. συγγραφοφύλαξ Πρωτέας.