Ancient Greek
P.Sorb. 1 32
Documentary Papyri, P.Sorb. 3 80
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λη, Παῦνι γ. ὀμνύει Ἀγαθῖνος Σίμωνος Ἀριστάρχωι νομάρχηι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης Σωτήρων καὶ Ἀρσινόην Φιλάδελφον θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας τοὺς τούτων γονεῖς ἦ μὴν προστήσεσθαι τῆι συναγωγῆι τοῦ σησάμου τοῦ ἐν Σεβεννύτωι καὶ συνάξειν πάντα τὰ γενήματα εἰς τὸ βασιλικόν. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία.