Ancient Greek
P.Sorb. 3 84
Documentary Papyri, P.Sorb. 3 84
Not analysed yet
Θεόδωρος Ἀριστάρχωι χαίρειν. ἐπεὶ ἀνωχύρωται τὸ ἔκρηγμα τὸ ἐπὶ των …καλῶς ποιήσεις καταβὰς μετὰ Πρωτάρχου καὶ ἀφεὶς τὸ ὕδωρ ἐπὶ τὴν γῆν. εὐθέως δὲ διατήρησον καὶ κατὰ τοῦ χώματος κατάστησον ἐφʼ ἡμέρας γ ἑκάστην ἡμέραν …ἔχοντας σκαφεῖα καὶ κοφίνους καὶ βίκους διʼ ὧν βρέξουσι, ἐάν τινες μυωπίαν ἐνφανίζωσι. μετὰ δὲ τὴν γ ἡμέραν παράδειξον τοῖς νεανίσκοις καὶ τῶι μυριαρούρωι καὶ χωματοφύλακας κατάστησον …κατ…αν δύο οἳ τηρήσουσι τάς τε ἡμέρας καὶ τὰς νύκτας πῦρα καίοντες καὶ… χορήγει ἐφ’ ἕκαστον τῶν τόπων. γέγραφα δὲ καὶ Δημητρίωι χορηγῆσαι τὸν μίσθον τῶν χωμάτων. συντέλεσον δὲ καὶ τὰ λιπούργια τῆς ἐπὶ τῶν πετρῶν διώρυγος …σκαφεῖα. κέκλειται δὲ καὶ ἡ ἀπὸ Ψεοννώφρεως α θύρα καθότι ἠξίους. τὴν οὖν γέφυραν τὴν κατὰ …συντέλεσον εἴπερ μὴ μέλλεις κινδυνεῦσαι ἐν τῶι σῶι τραχήλωι ἐὰν Νικάνωρ ἢ Θεόφιλος ἐπέλθωσιν ἐπὶ τοὺς τόπους. ἔρρωσο, ἔτους λη ἐπαγομένων α. παρὰ ἀρχιτέκτονος Θεοδώρου ἀφεῖναι τὸ ὕδωρ ἐπὶ τὴν …Ἀριστάρχωι σπειαρωμι ἄγειν Ἀριστάρχωι