Ancient Greek
P.Soter. 1
Documentary Papyri, P.Soter. 1
Not analysed yet
ἔτους πρώτου Αὐτοκράτορος Τίτου Φλαυίου Οὐεσπασιανοῦ Καίσαρος μηνὸς Καισαρείου δωδεκάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἀφροδίσιος Ἀπολλωνίου ὡς ἐτῶν ἑξήκοντα οὐλὴ πήχει δεξιῷ Σωτηρίχωι Λύκου Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν εἴκοσι τεσσάρων οὐλὴ ὑπὸ γένειον τὸν ὑπάρχοντα αὐτῶι περὶ Θεαδέλφειαν ἀμπελῶνα ἀναδενδραδικὸν ἡμιαρουρίου ἢ ὅσων ἐὰν ᾖ. ἡ μίσθωσις ἥδε εἰς ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος δευτέρου ἔτους Αὐτοκράτορος Τίτου Φλαυίου Οὐεσπασιανοῦ Καίσαρος ἐπὶ τρίτωι μέρει τῶι μεμισθωμένωι τῶν ἐκ τοῦ ἀμπελῶνος ἐγβησομένων καθʼ ἔτος καρπῶν καὶ γενημάτων καθαρῶι ἀπὸ δημοσίων καὶ παντὸς εἴδους ἀνταναιρουμένης ἐκ κοινοῦ τῆς τε οἰνικῆς δαπάνης πάσης καὶ τοῦ ποθησομένου ἐπὶ ληνοῦ οἴνου. μὴ ἐξέστω οὖν τῶι μεμισθωμένῳ ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν· ἀλλὰ καὶ σκαψάτω καθʼ ἔτος τὸν ἀμπελῶνα σκαφητοῖς δυσί ,ἑνὶ μὲν χειμερινῷ τετραπαλαίστωι καθαρῶι, τῶι δʼ ἑτέρωι θερινῶι μονοπλήγωι· καὶ τὴν τοῦ ἀμπέλου τομὴν ποιείσθω μέσην καὶ δικαίαν μὴ μακροτομῶν. ἐπὶ δὲ τῆς ἐσομένης καθʼ ἔτος χωφορίας καὶ κοπρηγίας καὶ ἀμμηγίας ὁ μὲν Ἀφροδίσιος χορηγήσει ὄνους, ὁ δὲ μεμισθωμένος ἐπισκάψει καὶ σκορπιεῖ· καὶ καλαμουργησάτω καθʼ ἔτος …α… ἐκ καινῆς κλίνια πεντάστυλα …καὶ τῶν λοιπῶν τὸν ὑποστυλισμὸν τοῦ Ἀφροδισίου χορηγοῦντος κάλαμον καὶ σχοινία· καὶ τὸν καθʼ ἔτος ἀντλητὸν ἐπιτελείτω ὁ αὐτὸς μεμισθωμένος ἀπὸ Φαρμοῦθι νουμηνίας μέχρι τοῦ ἐσομένου ἀπὸ ποδὸς ποτισμοῦ μίαν παρὰ δύο ἡμέρας, καὶ δαπανησάτω παρεχόμενος τὸν ἀνδηρευτὴν, τῶν ἐν τῶι ἀμπελῶνι ἀκροδρύων πάντων ὄντων τοῦ μεμισθωμένου ἐξ ὧν δότω καθʼ ἔτος …καὶ μετὰ τὸν χρόνον παραδότω …ὁ μεμισθωμένος τὸν ἀμπελῶνα καθαρὸν ἀπὸ θρύου …