Ancient Greek
P.Soter. 12
Documentary Papyri, P.Soter. 12
Not analysed yet
Ταμύσθα Ἀντιγόνου μετὰ κυρίου τοῦ ἀδελφοῦ Γαίωνος Σωτηρίχωι Λύκου γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ τὰ ἐκφόρια οὗ γεωργεῖς μου κλήρου περὶ Θεαδέλφειαν τῆς Θεμίστου μερίδος, ὑπὲρ τοῦ πρώτου ἔτους Δομιτιανοῦ τοῦ κυρίου, σοῦ ἔχοντος τὰ σπέρματα τῆς τοῦ ἐνεστῶτος δευτέρου ἔτους κατασπορᾶς. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ, Φαμενὼθ τριακάδι. Γαίων ἔγραψα ὑπὲρ τῆς ἀδελφῆς μου μὴ εἰδυίας γράμματα.