Ancient Greek
P.Soter. 16
Documentary Papyri, P.Soter. 16
Not analysed yet
Ταμύσθα Ἀντιγόνου μετὰ κυρίου τοῦ ἀδελφοῦ μου Γαίωνος Σωτηρίχῳ γεωργῶι χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ἐκφόριοντοῦ διεληλυθότος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ οὗ γεωργεῖς μου κλήρου περὶ Θεαδέλφιαν σοῦ ἔχοντος τὰ σπέρματα τοῦ ἐνεστῶτος ἕκτου ἔτους Δομιτιανοῦ τοῦ κυρίου. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαρμοῦθι ἑκκαιδεκάτηι.