Ancient Greek
P.Stras. 1 11
Documentary Papyri, P.Stras. 1 11
Not analysed yet
Ἀθηνόδωρος διὰ Ἑρμοῦ τοῖς ἀπὸ Κλεοπάτρας χαίρειν. τοὺς φόρους, ὧν γεωργεῖτε ἀρουρῶν ἐν πυροῦ ἀρτάβαις εἴκοσι πέντε, γίνονται πυροῦ ἀρτάβαι κε, μετρήσατε δεκαπρώτοις περὶ Πόλιν κάτω. ἔτους α Φαμενὼθ ζ Αὐρήλιος Ἑρμῆς σεσημείωμαι Ἀθηνόδωρος κληροῦχος διʼ Ἑρμοῦ χαίρειν. τοὺς φόρους, ὧν γεωργεῖτε ἀρουρῶν γενημάτων τοῦ διεληλυθότος ιε ἔτους ἐν πυροῦ ἀρτάβαις δέκα δίμοιρον, γίνονται πυροῦ ἀρτάβαι ι 𐅷,μετρήσατε δεκαπρώτοις περὶ Πόλιν κάτω. ἔτους α Φαμενὼθ ιδ Αὐρήλιος Ἑρμῆς σεσημείωμαι.