Ancient Greek
P.Stras. 1 15
Documentary Papyri, P.Stras. 1 15
Not analysed yet
παρὰ Θεοφίλου ὑποδιακόνου καὶ ἐνοικιολόγου. τῷ εὐλαβεστάτῳ Ἀνουβίωνι πρεσβυτέρῳ. ἐπληρώθην παρὰ τῆς σῆς εὐλαβείας ὑπὲρ ἐνοικίου ἐπαύλεως Συμφωνίας μοναζούσης ὑπὲρ ὀγδόης ἰνδικτίονος, τοῦτʼ ἔστιν χρυσοῦ κεράτια δέκα τρία ἥμισυ ,καὶ κουφισμοῦ ἐκ κελεύσεως τῆς αὐτῆς Συμφωνίας μοναζούσης χρυσοῦ κεράτια τέσσαρα ἥμισυ ,γίνεται τὸ πᾶν χρυσοῦ κεράτια ιη, καὶ εἰς σὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι τὴν πληρωτικὴν ἀποχὴν μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. ἐγράφη ἐν μηνὶ Ἐπεὶφ ιγ —ἐνάτης ἰνδικτίονος, θ ἰνδικτίονος. Θεόφιλος Ἰσακίου ὑποδιάκονος συμφωνῶ τῇ ἀποχῇ ὡς πρόκειται .