Ancient Greek
P.Stras. 1 26
Documentary Papyri, P.Stras. 1 26
Not analysed yet
κυρίῳ μου πατρὶ Ἁτρῆτι πρεσβυτέρῳ Ἡρακλάμμων ὁ λαμπρότατος. σπούδασον παρασχεῖν Ἑρμῇ τῷ ἐμοὶ διαφέροντι τὰ δύο νομίσματα, ἃ χρεωστεῖς μοι, καὶ μετὰ τὴν ἀποκατάστασιν τούτων παρὰ Φοιβάμμωνος Παπνουθίου λάμβανε τὴν πρᾶσιν, ἡ γὰρ προθεσμία τῆς καταβολῆς συνέστηκεν. μὴ οὖν ἀμελήσῃς, τὸ γὰρ πρᾶγμα ὑπέρθεσιν οὐκ ἐπιδέχεται. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.