Ancient Greek
P.Stras. 1 30
Documentary Papyri, P.Stras. 1 30
Not analysed yet
Αὐρηλίῳ Παννεῦτι Σηπύγου ἀπὸ κώμης Θεοξενίδος παρὰ Αὐρηλίου Παβοῦτος Καλάμου ἀπὸ κώμης Εὐημερίας. βούλομαι μισθώσασθαι παρά σου αἶγας θηλείας τελείας ἀθανάτους ἀριθμῷ πεντήκοντα ἓξ εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος β ἔτους φόρου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον αἶγας μικροὺς ἀπογεγαλακτισμένους δέκα τέσσαρας ,ἀρρενικὰ ἑπτά, τὰ δὲ λοιπὰ θηλυκά, —τὴν δὲ ἀπόδοσιν τῶν αἰγῶν ποιήσομαί σοι κατʼ ἔτος ἕκαστον μηνὶ Παῦνι τοῦ εἰσιόντος ἔτους, καὶ μετὰ τὸν χρόνον παραδώσω σοι τὰς αἶγας ἀθανάτους ἐν τῇ αὐτῇ διαθέσει, ὡς καὶ ἐγὼ παρέλαβον, ἐὰν φαίνηται μισθῶσαι· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Παννεὺς ὡς ἐτῶν λα οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς δεξιᾶς. ἔτους β τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Θὼθ ι.