Ancient Greek
P.Stras. 1 35
Documentary Papyri, P.Stras. 1 35
Not analysed yet
τῷ τ…ίῳ Ἡσυχείου χαίρειν. γιγνώσκειν σε βούλομαι κύριέ μου, ὅτι ἐκομισάμην παρὰ Δημᾶ ἐγγύης Δειωγένους χρυσοῦ κεράτιον ἓν καὶ ἔσχον …εἰς …αν, μὴ ἔλαβές μοι τει πατο…υ… ας ὁρασείας τῆς ἔγραψές μοι —καὶ ἰδοὺ εἰς δύο μῆνας ἡμερῶν ἔχω σοι πέμψας τὴν πᾶσαν ἀπόκρησίν σου καὶ ξενίζομαι μέχρι τῆς σήμερον ἡμέρας πῶς οὐκ …ψε…ν, ὅτι ἐδέξου τὸ καπίτιον καὶ τὸ χόρτασμα —λοιπὸν θελήσῃ ἡ σὴ ἀρετὴ καὶ ἂν ἄρτι γράψον δεχόμενος αὐτά, ὅτι οὐκ ἠγνόησεν μόνον, ἀλλὰ καὶ τοῦ Μηνᾶ ἐστὶν εἰς αὐτὸ καπίτιον εἰς τὸ πλοῖον, ᾧ ἀνῆλθεν ὁ λογοθέτης· περὶ δὲ τοῦ Μηνᾶ τοῦ κολλεκταρίου, πρὶν ἢ ἐξελθεῖν αὐτόν, ἐδεξάμην παρʼ αὐτοῦ νομίσματα ρνϛ, ὡς καὶ προέγραψά σοι, ἀπέλυσέν με δὲ τὰ ἄλλα ἑβδομήκοντα ἐννέα ὁλοκόττινα πρὸς Εὐσεβῆ τὸν Καλλιοπείου τοὺς Ἀπαμεῖς, καὶ ὡς οἶδεν ὁ θεός, ὅτι εἰ μή τι Ἁθὺρ κε —οὐκ ἐπληρώθην παρὰ …καίου Εἰσιδώρου τοῦ Εἰωάννου, κατέγραψά σοι τὸ πᾶν τοῦ λόγου —θελήσῃ οὖν ἡ σὴ ἀδελφότης δεχόμενος τὰ γράμματὰ μου εὐθὺς καὶ παραχρῆμα γράψον μοι, εἰ ἐδέξου τὸ καπίτιον καὶ τὸ χάρτισμα ὁμοίως καὶ τὸ ἄλλο χόρτασμα παρὰ τοῦ Μηνᾶ —φρόντισόν μου δὲ περὶ τῶν ἐλαιῶν τῶν καλλίστων, ἐπειδὴ ἐν Ἀλεξανδρίᾳ οὐκ ἔνει, ἀλλὰ εἰς τὸν θεὸν χάς… καὶ εἰς σὲ ὑγιαίνων δίελθε ἐγράφη μηνὸς Ἁθὺρ κθ ἰνδικτίονος β ἐπίδος σὺν θεῷ τῷ κυρίῳ …φ…