Ancient Greek
P.Stras. 1 73
Documentary Papyri, P.Stras. 1 73
Not analysed yet
…τῶν ταριχείων εἰπόντος σου ὅτι ἐξαυτῆς σοι διαπέμπομαι, καὶ οὐ διεπέμψω. Ἀγαθὸς Δαίμων σύν σοι εἰσελθὼν διεπέμψατο, ἔλαθέν γε κεράμια ὀψαρίων εἰς διάπρασιν, καὶ σὺ ἠμέλησας, καὶ ἂν νῦν πέμψον, καὶ γράμματά μοι διάπεμψον, περὶ οὗ ἐὰν βούλῃ, καὶ περὶ τῆς σωτηρίας Τυραννίδος καὶ τῆς θυγατρός σου. ἡμεῖς γὰρ μετὰ τὸ σὲ ἐξελθεῖν …μεθα νόσῳ μεγάλῃ, ἐγὼ …καὶ τὰ τέκνα αὐτῆς, καὶ ὁ μικρὸς Μῖμος ἐτελεύτησεν, καὶ ἐγὼ αὐτὸς μετὰ τὴν νόσον γίνομαι κατὰ τοῦ ποδός μου ἐρυσίπελαν καὶ μέχρι δεῦρο οὔπω κομψῶς ἔσχον, ἀλλὰ ἐχόμενα Ἐμοιτου ἰατροῦ ἐκπλέξας πρὸς αὐτὸν ἐπὶ δραχμὰς κ. διὸ παρακαλῶ, ἄδελφε, ἐὰν μέλλῃς τι, πέμψαι εἰς πλοῖον, καὶ ἧς συνκομισας κριθὴν πέμψον μοι διατροφὴν ἡμῖν ἧς …Ἀούστωι …πατρί