Ancient Greek
P.Stras. 1 79
Documentary Papyri, P.Stras. 1 79
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Καίσαρος, Φαρμοῦθι ,ἐν Συήνῃ τῆς Θηβαίδος. ἀπέδοτο Δίδυμος Ἰάσονος …ῳ κοράσιον δουλικὸν φαιὸν …νη ἢ εἰ καί τινι ἑτέρῳ ὀνόματι …καλεῖται, ἐξ ἧς ἐποιήσατο ἀπαρτίας ἐν τῷ προκειμένῳ ἔτει ιε διὰ κομακτόρων Σόλωνος …Κασσίου Ἀκουίλα κοντ βιζνια…μ …τιμῆς ἀργυρίου Πτολεμαικοῦ δραχμῶν …,ἃς καὶ ἀπέσχηκεν Δίδυμος ὁ ἀποδόμενος διὰ …ου τοῦ Διονυσίου στρατιώτου …παρὰ Εἰρηναίου τοῦ καὶ ἐωνημένου διὰ τῶν …ο…μένων κομακτόρων …ἀναπόριφον πλὴν ἐπαφῆς. ἐὰν δέ τις ἐπαφὴ γένηται, ἐκδικήσει ὁ ἀποδόμενος …ἢ ἐκτίσει ἣν εἴληφε τιμὴν ἁπλῆν καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα …ὁ πριάμενος. ὡμολόγησεν Δίδυμος Ἱάσονος ὁ ἀποδόμενος καὶ ἀμετάθετον ἀναδεδωκέναι τὸ σύμβολον τῆς ἱερᾶς Συηνητικῆς πύλης, ἐν ᾧ αἱ εἰκόνες αὐτῆς δηλοῦνται …ν Εἰρηναῖον τὸν ἐωνημένον τοῦ σημαινομένου κορασίου δουλικοῦ …αι αὐτῆς τρόπῳ ὧι ἐὰν αἱρῆται.