Ancient Greek
P.Stras. 1 8
Documentary Papyri, P.Stras. 1 8
Not analysed yet
ἔτους α τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ καὶ δ ἔτους Οὐαβαλλάθου Ἀθηνοδώρου, Φαρμοῦθι ε. κατέβαλεν εἰς τὸν λόγον Ἀντωνίου Φιλοξένου τοῦ κρατίστου ἀπὸ ἐπιτρόπων διʼ ἐμοῦ Ἀγαθοῦ Δαίμονος χειριστοῦ Ἀβοῦς Ὀννώφρεως διὰ Νειλάμμωνος ἀπὸ φόρου προβάτων ἀργυρίου δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ β ἔτους καὶ ε ἔτους Ἁθὺρ κ δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ Φαρμοῦθι ιη δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. ἔτους …τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ Ἁθὺρ θ. διέγραψεν εἰς τὸν Αὐρηλίας Ἀπιανῆς Διοδώρας τῆς καὶ Ποσιδωνίας ματρώνας στολάτας καὶ Αὐρηλίου Φιλοξένου τοῦ κρατίστου ἀπὸ ἐπιτρόπων λόγον διʼ ἐμοῦ Ἀπολλωνίου χειριστοῦ Ἀβοῦς Ὀννώφρεως διὰ Νειλάμμωνος ἀπὸ φόρου προβάτων ἐν κώμῃ Σεντρεπαεὶ ὑπὲρ ἐτῶν δύο ἀργυρίου δραχμὰς τετρακισχιλίας, γίνονται δραχμαὶ Δ. καὶ α ἔτους τοῦ κυρίου ἡμῶν Κλαυδίου Τακίτου Σεβαστοῦ, Παῦνι ιδ, διέγραψεν ὁ αὐτὸς ἄλλας ἐπὶ λόγου ἀργυρίου δραχμὰς τρισχιλίας γίνονται δραχμαὶ Γ.