Ancient Greek
P.Stras. 2 111
Documentary Papyri, P.Stras. 2 111
Not analysed yet
…Ἁρμάχει χαίρειν. προσπεσούσης μοι τῆς περὶ τοῦ χόρτου ἐπιστολῆς ἐμβάλλεσθαι τῆι γ ὥρας α εὐθὺ παρήγγειλα τοῖς γεωργοῖς, οἱ δὲ ὑπὸ νύκτα ἀναστάντες ἀνεχώρησαν εἰς Πεονταμοῦν, ἐμοῦ δὲ ἐπελθόντος πρὸς αὐτοὺς καὶ πυνθανομένου, τίνος ἕνεκεν ἦσαν …χε… προεφέροντο ἀξιοῦντες μηδὲ πράττεσθαι αὐτοὺς τὴν δωδεκαχαλκίαν …του …τῆι πόλει πρὸς τὸν …ον, μηδʼ ἀχθῆναι αὐτούς. ὅπως οὖν μηκέτι κωλύηται τὸ ἔργον, ἤγειρα αὐτοὺς ἐπὶ τῶι δικαίωι καὶ γεγόνασι πρὸς τῆι ἐμβολῆι ἀπὸ τῆς δ. γέγραφα οὖν σοί, ὅπως εἰδῆις. ὅτε δὲ σοι ἔγραφον τὴν ἐπιστολὴν γεγενημένος ἀπὸ τοῦ ἔργου διεπορευόμην εἰς τὰ Ἁρσεμθέως εἰς τὸ πε…α…ν δο…ναια…ι τὸν χαλκόν, καθʼ ἃ γέγραφα, ἅμα τε εὐθὺ ἀνέστρεψον εἰς Θμοι…φ… ἔρρωσο ἔτους η …δ Ἁρμάχει.