Ancient Greek
P.Stras. 2 113
Documentary Papyri, P.Stras. 2 113
Not analysed yet
ἔτους η, Φαῶφι κε. ἐμβολῆς πυρῶν Αφ. ἔτους η, Φαῶφι κε. ὁμολογεῖ Α…φ… ναύκληρος τῶν Ἀγαθοκλίας κερκούρων και…ων ἀχαράκτων ἐμβεβλῆσθαι παρὰ Ἁρμάχιος τοῦ παρὰ Ὥρου οἰκονόμου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἐκ θησαυροῦ Τεχθὼ πυροῦ καθαροῦ κεκοσκινευμένου ἀρτάβας χιλίας πεντακοσίας, γίνονται Αφ, καὶ οὐθὲν ἐγκαλεῖν.