Ancient Greek
P.Stras. 2 118
Documentary Papyri, P.Stras. 2 118
Not analysed yet
Διονυσοδώρῳ στρατηγῷ Ἀρσινοίτου παρʼ Ἀπολλωνίου τοῦ Καλλιστράτου. τῇ ια τοῦ Νέου Σεβαστοῦ μηνὸς τοῦ ἐνεστῶτος θ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ Νεκφερῶς Καμησαραῦτος ἐπιβαλὼν ἀπέσπακεν ἐκ τῶν ἡμετέρων βοϊκῶν κτηνῶν αἶγα θήλειαν ἀξίαν ἀργυρίου δραχμῶν π καὶ ἠνάγκασεν ἐργάσασθαι ἐν οἷς γεωργεῖ ἐδάφεσι, ἔτι καὶ εκτητι… ακο…επικληεις τὸν πόδα ὕνει, ὥστε καὶ αὐτὴν κινδυνεύειν ἄχρηστον ἰέναι, ὥστε καὶ παραδει…κτημ…ατι… διὸ ἀξιῶ ἐὰν φαίνηται συντάξαι τὸν ἐνκαλούμενον κατασταθῆναι ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει. ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ιϛ.