Ancient Greek
P.Stras. 2 122
Documentary Papyri, P.Stras. 2 122
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Τῦβι δευτέρᾳ. ἐν Εὐημερείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θαισᾶς Κάστορος τοῦ Παίωνος μητρὸς …ς ἀναγραφομένη πρὸς τῇ τοῦ κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου Λυσανίου τόπων ὡς ἐτῶν πεντήκοντα ἕξ ,οὐλαὶ ἀντικνημίῳ ἀριστερῷ καὶ παρʼ ὀφρὺν ἀριστεράν, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἡρώδου …ἐτῶν …οὐλὴ ἀντικνημίῳ δεξιῷ συνκεχωρηκέναι τὴν ὁμολογοῦσαν Θαισᾶν μετὰ τὴν ἑαυτῆς τελευτὴν εἶναι τῇ ἀμφοτέρων θυγατρὶ Διοδώρᾳ ἐπικαλουμένῃ Κοπροῦς καὶ τῷ ἑτέρῳ αὑτῶν υἱῷ Μυσθαρίωνι …ης… ἀνδρὸς Ἡρώδου, τῇ μὲν θυγατρὶ Διοδώρᾳ ἐπικαλουμένῃ Κοπροῦς ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ ὥς φησι μητρικῶν περὶ κώμην Φιλωτερίδα ἐωνουμένων …περὶ κώμην Διονυσιάδα τέταρτον μέρος κήπου λαχανευομένου ἀρουρῶν δύο σὺν τοῖς οὖσι ἐν αὐτῷ πᾶσι κατὰ τὸ αὐτὸ τέταρτον μέρος, καὶ ἐν τῇ αὐτῇ κώμῃ Διονυσιάδι ἐπʼ ἀμφόδου Ἑρμίνου τέταρτον μέρος οἰκίας …ου…υ…ου καὶ δουλικὰ σώματα δύο Σαραποῦν καὶ Σωτᾶν μηνῶν δέκα οἰκογενῆ ἐκ μητρὸς Ἀμμωνίλλας, ἐπὶ τῷ τὴν Ἀμμωνίλλαν μετὰ τὴν ἀπογαλακτίαν τοῦ …ο… εἰς ἄλλους μῆνας ἕξ καὶ παραδώσιν τῇ Διοδώρᾳ, τῷ δὲ υἱῷ Μυσθαρίωνι, οὐκ εὐνοηκότι αὑτῇ κατὰ τὸν βίον οὐδὲ παραστήσαντι αὑτῇ ἐν τῇ ἀσθενείᾳ ἀλλὰ ἵνα …ηφ κώμην μερίδος Θεμίστου ἥμισυ μέρος κλήρου κατοικικοῦ ἀρουρῶν πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτου ε 𐅵η ιϛ ἐν τῷ Ταμήους λεγομένῳ, καὶ ἥμισυ μέρος τοῦ ἐπ… …ἥμισυ μέρος καὶ δουλικὰ σώματα Βουβαστάριον καὶ ταύτης τέκνα Δεῖον τὸν καὶ Ἐπάγαθον καὶ Ἑλένην τὴν καὶ Τύχην ἐπὶ τῷ τὸν Μυσθαρίωνα ἀποδώσειν τε ἐὰν φανῇ ο… …ὠς πρόκειται δουλικῶν σωμάτων, ἐπὶ δὲ πάντων ἐπὶ τοῦ κατὰ σφραγῖδας ἀρουρηδοῦ, ἢ ὅσων ἐὰν ᾖ. ἔτι δὲ καὶ συνχωρεῖ ἡ Θαισᾶς μετὰ τὴν ἑαυτης τελευτὴν προσ…αξ… ὑπὸ Δία Γῆν Ἥλιον καὶ διὰ τοῦ ἐνκυκλίου καὶ ὧν ἄλλων καθήκει, καὶ εὐδοκεῖν τῇ ἐσομένῃ αὐτῆς διὰ τοῦ ἐν τῇ μητροπόλει ἀποδεδειγμένου δρόμου κήρυκος ἀνακηρύξει …ἓξ καὶ τῶν τελῶν καὶ δαπανῶν πάντων τῆς ἐλευθερώσεως ὄντων πρὸς τὴν Ἀμμωνίλλαν, τὴν δὲ αὐτὴν Ἀμμωνίλλαν ὑπηρέτην τὴν τῆς ομ…ο …ηκλα…. λόγου …ν μηδε…τησαν… μηδὲ ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ διαμφιβητήσειν μηδὲ ἐπελεύσεσθαι …ν…, ἐὰν δὲ ἐπέλθῃ ἢ ἐνκαλέσῃ, τὴν μὲν ἔφοδον καὶ ἔνκλησιν κατὰ πᾶν μέρος ἄκυρον …περι…