Ancient Greek
P.Stras. 2 125
Documentary Papyri, P.Stras. 2 125
Not analysed yet
Δαμίων Φίλωνος Σκ…υ…θῃ Παχοῦτος χαίρειν. ἀπέχω παρὰ σοῦ τὸν φόρον τοῦ ἐνάτου ἔτους …Ἀραβίας τοῦ χωρίου, οὗ ἠγόρακα παρὰ Θρακίδου, ἀργυρίου δραχμὰς ζ. ἔτους κϛ Καίσαρος. καὶ οὐθέν σοι ἐνκαλῶ. Μοσχᾶς Καλλῖτος ἔγραψα τὴν ἀποχὴν ταύτην τοῦ Δαμίωνός μοι συντάξαντος.