Ancient Greek
P.Stras. 2 82
Documentary Papyri, P.Stras. 2 82
Not analysed yet
ἔτους γ, Χοιὰχ η. τέτακται ἐπὶ τὴν ἐν Διοσπόλει τῆι μεγάληι τράπεζαν, ἐφʼ ἧς Εἰρηναῖος, εἰς τὴν δεκάτην τοῦ ἐγκυκλίου κατὰ διαγραφὴν Ἱέρωνος καὶ Φίλωνος τελωνῶν, ὑφʼ ἣν ὑπογράφει Ἡρακλεόδωρος ὁ ἀντιγραφεύς, Πανομχοῦνις Τοτοέους τέλος ὠνῆς ἀπὸ γῶν σιτοφόρων τεσσάρων ἀρουρῶν ὅσων ἂν ὦσι, ἀδιαιρέτων, τὸ ἐπιβάλλον μέρος, ἐν τῶι περὶ Παθῦριν πεδίωι, ὃν ἐωνήσατο παρὰ Τβοκενούφιος καὶ Ταθώτιως τῶν Πατέους χαλκοῦ δραχμῶν Β, τέλος οὗ ἀλλαγὴ διακοσίας γίνονται σ. Εἰρηναῖος τραπεζίτης.