Ancient Greek
P.Stras. 2 84
Documentary Papyri, P.Stras. 2 84
Not analysed yet
ἔτους γ, Μεσορὴ ιη. ἀπέδοντο Τακμῆις Πατοῦτος καὶ Σιεπμοῦς Τοτοέους μερίδα γῆς ἠπείρου σιτοφόρου σφραγίδων γ. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος χαλκοῦ ταλάντου α Β. βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους γ, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερισσῶν κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι, μηνὸς Μεσορὴ ιη. ἐν Παθύρει, ἐπʼ Ἀμμωνίου ἀγορανόμου. ἀπέδοτο Τακμῆις Πατοῦτος Περσίνη ὡς ἐτῶν ν μέση μελίχρως πλατυπρόσωπος εὐθύριν καὶ Σιεπμοῦς Τοτοέους Περσίνη ὡς ἐτῶν κε μέση μελίχρως μακροπρόσωπος εὐθύριν, μετὰ κυρίου τοῦ τῆς Τακμήιτος ἀνδρός, Σιεπμοῦτος πατρὸς Τοτοῆτος τοῦ Πελαίου, συνεπικελεύοντος Πανοβχούνιος καὶ Ταελολοῦτος τῶν Τοτοέους τὴν ὑπάρχουσαν αὐταῖς ἑκάστῃ μερίδα γῆς ἠπείρου σιτοφόρου σφραγίδων τριῶν ἐν Παθύρει, μιᾶς μὲν γείτονες· νότου γῆ Παχράτου καὶ Κούλιος, βορρᾶ γῆ Χενσθώτου, ἀπηλιώτου γῆ Ἀῆτος, λιβὸς περίχωμα, ἄλλης· νότου γῆ Χενσθώτου, βορρᾶ Παχράτου καὶ Κούλιος, ἀπηλιώτου γῆ Πατοῦτος τοῦ Φίβιος καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα, ἄλλης Ποκρώ· νότου γῆ Σεμπελαίας, βορρᾶ γῆ Πανᾶτος, ἀπηλιώτου ποταμός, λιβὸς γῆ Ἀραμῆτος, ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος χαλκοῦ ταλάντου α Β. βεβαιωταὶ Τακμῆις καὶ Σιεπμοῦς οἱ ἀποδόμενοι, οὓς ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος. Ἀμμώνιος κεχρημάτικα. ἔτους γ, Μεσορὴ κϛ. τέτακται ἐπὶ τὴν ἐν Παθύρει τράπεζαν, ἐφʼ ἧς Ἡρακλείδης θέμα ι ἐνκυκλίου Πετεαρσεμθεὺς Πανοβχούνιος χαλκοῦ ω, γίνονται ω. Ἡρακλείδης τραπεζίτης.