Ancient Greek
P.Stras. 2 86
Documentary Papyri, P.Stras. 2 86
Not analysed yet
ἔτους ϛ, Μεσορὴ ιε. ἀπέδοτο Ταθῶτις Φίβιος πήχεις στερεοῦ β ἐπρίατο Ταταπῆς Τοτοέους χαλκοῦ Β. βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ϛ, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Μεσορὴ ιε. ἐπὶ Σώσου ἀγορανόμου. ἀπέδοτο Ταθῶτις Φίβιος Περσίνη ὡς ἐτῶν ν μέση μελίχρως στρογγυλοπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πατσεοῦτος τοῦ Πατῆτος Πέρσου τῆς ἐπιγονῆς ἀπὸ τοῦ ὑπάρχοντος αὐτῇ ψιλοῦ τόπου τοῦ ὄντος ἐν τῷ ἀπὸ λιβὸς μέρει Παθύρεως πήχεις στερεοὺς β, γείτονες· βορρᾶ ψιλὸς τόπος Πετεαρσεμθέως τοῦ Τοτοέους, νότου Ψινύριος τοῦ Ἀράτιος, ἀπηλιώτου ῥύμη, λιβὸς ψιλοὶ τόποι τοῦ ἱεροῦ, ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Ταταπῆς Τοτοέους χαλκοῦ δραχμὰς Β. βεβαιώτρια Τατῶτις ἡ ἀποδομένη, ἣν ἐδέξατο Ταταπῆς ἡ πριαμένη. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα. ἔτους ϛ, Μεσορὴ κθ. τέτακται ἐπὶ τὴν ἐν Κροκοδείλων πόλει τράπεζαν, ἐφʼ ἧς Ἀπολλώνιος, θέμα ι ἐνκυκλίου Ταταπῆς Τοτοέους χαλκοῦ σ, γίνονται σ. Ἀπολλώνιος τραπεζίτης.