Ancient Greek
P.Stras. 2 88
Documentary Papyri, P.Stras. 2 88
Not analysed yet
ἔτους ιβ τοῦ καὶ θ, Φαρμοῦθι κε. ἀπέδοτο Σιεπμοῦς Παχνούμιος τρίτην μερίδα γῆν ἤπειρον σιτοφόρον ἀδιαίρετον ἐν σφραγῖσι β ἀρουρῶν γ 𐅵καὶ τοῦ προσόντος χαλάσματος ἀπὸ ἀρουρῶν ζ ἐν ἀρούραις μ, ὧν γειτνίαι δεδήλωνται. ἐπρίατο Πετεαρσεμθεὺς καὶ Πετεσοῦχος καὶ Φαγώνιος καὶ Ψεννῆσις τῶν Πανεβχούνιος οἱ τέσσαρες Πέρσαι τῆς ἐπιγονῆς κατὰ τὸ ἴσον μέρος χαλκοῦ νομίσματος ταλάντων β. βασιλευόντων βασιλίσσης Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου θεῶν Φιλομητόρων ἔτους ιβ τοῦ καὶ θ, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Φαρμοῦθι κε. ἐν Παθύρει, ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Σιεπμοῦς Παχνούμιος Περσίνη ὡς ἐτῶν εἴκοσι μία μέση μελίχρως στρογγυλοπρόσωπος εὐθύριν ἄσημος μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Παχνούμιος τοῦ Ψεναμούνιος Πέρσου τῆς ἐπιγονῆς τῶν ἐκ Γοτνὶτ κώμης τῆς κάτω τοπαρχίας τοῦ Λατοπολίτου ὡς ἐτῶν με μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ παρʼ ὀφρύϊ δεξιῷ τὴν ἐπιβάλλουσαν αὐτῇ ἐν τῷ ἀπὸ βορρᾶ πεδίῳ Παθύρεως τρίτην μερίδα γῆν ἤπειρον σιτοφόρον ἀδιαίρετον ἐν σφραγῖσι δυσὶ ἀρουρῶν τριῶν ἡμίσους καὶ τοῦ προσόντος χαλάσματος ἀπὸ ἀρουρῶν ἑπτὰ ἐν ἀρούραις μ, ὧν γείτονες τῆς μὲν μιᾶς σφραγῖδος· νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Χεσθώτου τοῦ Μελιπαῖτος, ἀπηλιώτου γῆ Ἀέους καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα, τῆς δʼ ἄλλης· νότου Χεσθώτου τοῦ προγεγραμμένου, βορρᾶ γῆ Παθώτου τοῦ Πανομγέως, ἀπηλιώτου γῆ Θράσωνος καὶ τῶν ἀδελφῶν, λιβὸς τὸ περίχωμα, ἢ οἳ ἂν ὦσιν γείτονες πάντων πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανεβχούνιος Πέρσου ὡς ἐτῶν λϛ μέσος μελίχρως ὑπόκλαστος μακροπρόσωπος εὐθύριν καὶ οἱ τούτου ἀδελφοὶ Πετεσοῦχος καὶ Φαγώνιος καὶ Ψεννῆσις οἱ τέσσαρες Πέρσαι τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως, ἑκάτερος αὐτῶν κατὰ τὸ ἴσον μέρος, χαλκοῦ νομίσματος ταλάντων δύο. προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Σιεπμοῦς ἡ ἀποδομένη, ἃς ἐδέξαντο Πετεαρσεμθεὺς καὶ Πετεσοῦχος καὶ Φαγώνιος καὶ Ψεννῆσις τῶν Πανεβχούνιος οἱ πριάμενοι. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ὠνὴν Πετεαρσεμθέως καὶ τῶν ἀδελφῶν