Ancient Greek
P.Stras. 2 92
Documentary Papyri, P.Stras. 2 92
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τετάρτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν τῶι τετάρτωι ἔτει Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν τῶι τετάρτωι ἔτει, μηνὸς …ἐν …τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Ἀγαθοκλῆς Αἰνέου τῶν …ου ἰδιώτης Ταρῦτι Πασῶτος Ὀξυρυγχίτιδι μετὰ κυρίου …του Θοτμούτου Ὀξυρυγχίτου χρυσοχοῦ τοῦ αὐτῆς υἱοῦ ἐκ τοῦ αὑτοῦ σταθμοῦ τοῦ ὄντος ἐν τῶι …σο… σταθμούχου τὰ αὑτοῦ μέρη οἴκημα καὶ τούτου ταμιεῖον, ἅ ἐστιν ἀπὸ βορρᾶ καὶ ἀπὸ λιβὸς καὶ …ἀπὸ ἀπηλιώτου τῆς αὐτῆς αὐλῆς, ὧν ἀποδιῄρηται Ἀγαθοκλῆς, ὧν γείτων Ὀνόρις ὀρχηστής, ἀπὸ δὲ νότου …ν…του ἐν τῶι τετάρτωι ἔτει εἰς ἔτη εἴκοσι . ἔχει δʼ Ἀγαθοκλῆς παρὰ Ταρύτιος …ζομένης δάνειον ἔντοκον ἀργυρίου ὀφθαλμοφανοῦς δραχμὰς δέκα τέσσαρες ἐν τόκοις διδράχμοις τῆς μνᾶς τὸν μῆνα ἕκαστον. ἀντὶ δὲ τῶν τόκων τοῦ ἀργυρίου τούτου ἐ…εχώρησεν Ἀγαθοκλῆς …Ταρῦτιν καὶ τοὺς μετὰ Ταρῦτος ἔν τε τῶι συγγεγραμμένωι οἰκήματι καὶ ταμιείωι καὶ αὐλῆι ἐπὶ τὸν συγγεγραμμένον χρόνον. ἀνάλωμα δὲ μὴ ἀναλισκέτω Ταρῦτις εἴς τε τὸ οἴκημα καὶ τὸ ταμιεῖον καὶ ε… δραχμῶν τεσσάρων ἐπακολουθοῦντος Ἀγαθοκλέους. διεξελθόντων δὲ τῶν εἴκοσι ἐτῶν τῆς μισθώσεως ἀποδότω Ἀγαθοκλῆς Ταρύτει τὰς δέκα καὶ τέσσαρας δραχμὰς καὶ ὃ ἂν ἀνηλώσηι, ἐὰν μὴ ὑπερβαίνηι δραχμὰς τέσσαρας ,πραξάτω Ταρῦτις ἐκ τῶν μεμισθωμένων παραδείξασα τὰ ἀναλώματα, ὧν δʼ ἂν μὴ παραδείξηι, ἀποτεισάτω Ἀγαθοκλεῖ τιμὴν ἐκ τῶν ἑαυτῆς δραχμὰς δύο ,ὡσαύτως δὲ διεξελθόντων τῶν εἴκοσι ἐτῶν τῆς μισθώσεως ἐὰν μὴ ἀποδῶι Ἀγαθοκλῆς Ταρῦτι τὸ συγγεγραμμένον ἀργύριον τὰς δέκα τέσσαρας δραχμάς, ἢ τὰς τέσσαρας δραχμὰς μὴ ἀποδῶι, ἃς ἂν ἀνηλώσηι Ταρῦτις καθότι γέγραπται, …Ταρῦτις καὶ οἱ παρὰ Ταρῦτος ἐν τῶι οἰκήματι καὶ ταμιείωι καὶ αὐλῆι καὶ ἐπὶ τὸν λοιπὸν χρόνον, ἕως ἂν τό τε ἀργύριον καὶ ἃς ἂν ἀνηλώσηι Ταρῦτις δραχμὰς τέσσαρας πάντα κομίσηται παρʼ Ἀγαθοκλέους. βεβαιούτω δὲ Ἀγαθοκλῆς Ταρῦτι καὶ τοῖς παρὰ Ταρυτος τὸ συγγεγραμμένον οἴκημα καὶ ταμιεῖον καὶ αὐλὴν εἴς τε τὰ εἴκοσι ἔτη τὰ μεμισθωμένα καὶ ἐπὶ τὸν λοιπὸν χρόνον, ἕως ἂν Ταρῦτις πάντα κομίσηται παρʼ Ἀγαθοκλέους, καθότι ἄνω γέγραπται, οὗ δὲ μέρους μὴ βεβαιοῖ, ἀποτεισάτω Ἀγαθοκλῆς Ταρῦτι ἐπίτιμον ἀργυρίου δραχμὰς …κοσίας καὶ μηδὲν ἧσσον ἡ μίσθωσις κυρία ……πράσσειν ……Ἀγαθοκλέους …θεος διὰ τοῦ …υ… Νεοπτολέμου Ἀμμ…ο… …αῖος …