Ancient Greek
P.Stras. 3 131
Documentary Papyri, P.Stras. 3 131
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Ἰουλιανοῦ Σεβαστοῦ τὸ δ καὶ Φλαουίου Σαλουστίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου, …ἐν …τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Λεόντιος Εὐβούλου ἀπὸ τῆς …κώμης …Φλαουίῳ Τιαμβου οὐετρανῷ τῶν ἐντίμως ἀπολελυμένων ἀπὸ οὐιξιλλαρίων …έχοντι ἐν τῷ Ἀρσινοίτῃ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα Λεόντιον …ἐπὶ τῇ θυγατρὶ Μαμουκίᾳ τῇ συνερχομένῃ αὐτῷ πρὸς γάμου κοινωνίαν φερνὴν …λευκοάμμινον ἡμιτριβὴν κλιμωτὸν ἀπὸ ῥιζίνης πορφύρας …δελματίκιον …ἀπὸ νικαεινῆς πορφύρας οὐγκιῶν τριῶν, ἕτερον δελματίκιον …α μαφόριον λευκὸν ἡμιτριβήν, δίδωρον ἀπὸ ῥιζίνης πορφύρας …ον ἕν, προσκεφάλαιον ἡμιτριβὴν τρίμιτον ἕν, κάδιον χαλκοῦν …τῇ προικὶ καὶ παρέχει εἰς λόγον ἕδνου ἤτοι δωρυφίου θρε ……αμβω ἅπερ πάντα καὶ προκίμενα τῆς φερνῆς …ὁμολογεῖ ἀποδεδέχθαι παρὰ Φλαουίου Τιαμβου καὶ ἔχειν παρὰ αὐτοῦ. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως, τοῦ Λεοντίου …παρέχοντος τῇ ἑαυτοῦ γαμετῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς προσήκει γυναικὶ γαμετῇ καὶ αὐτῆς δὲ τῆς Μαμουκίας ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει. ἐὰν δὲ …διαφορᾶς τοῦ γάμου γενομένης καὶ χωρίζωνται ἀπʼ ἀλλήλων, …ἀποδότω Αὐρήλιος Λεόντιος τῷ προειρημένῳ Φλαουίῳ Τιαμβου ἢ τῇ γαμούσῃ θυγατρὶ αὐτοῦ Μαμουκίᾳ …ἃ παρείληφεν παραυτίκα ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως, γενομένης Φλαουίῳ Τιαμβου …ἢ …τῇ θυγατρὶ αὐτοῦ Μαμουκίᾳ τῆς πράξεως ἐκ τε τοῦ ὁμολογοῦντος Λεοντίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης…