Ancient Greek
P.Stras. 3 149
Documentary Papyri, P.Stras. 3 149rpdupl
Not analysed yet
Αὐρηλίῳ Δημέᾳ πραιποσίτῳ ιε πάγου νομοῦ Ἑρμοπολείτου παρὰ Αὐρηλίων Ἁτρῆτος Ἑρμείνου καὶ Κορνηλίου Στεφάνου ἀμφοτέρων κωμαρχῶν καὶ Ἰσιδώρου Ἰβόιτος κουαδραρίου καὶ Τιθοῆτος Παυσίριος εἰρηνάρχου τῶν πάντων ἀπὸ κώμης Σεσόγχων τοῦ ὑπὸσὲ πάγου. ἐπιζητοῦντί σοι τοὺς ὄντας ἐν τῷ προειρημένῳ πάγῳ χοιρεμπόρους καὶ ὀρνιθοτρόπον κατὰ ταῦτα ὁμολογοῦμεν ὀμνύντες τὴν θείαν καὶ οὐράνιον τύχην τῶν δεσποτῶν ἡμῶν Αὐγούστου τε καὶ Καισάρων τὸ καθόλον μὴ εἶναι ἐν τῇ ἡμετέρα κώμῃ χοιρεμπόρους καὶ ὀρνιθοτρόπον· εἰ δὲ μετὰ ταῦτα φανείημεν ψευσάμενοι ἔνοχοι ἐσόμεθα τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν ὑπατείας Ἰουνίου Βάσσου καὶ Φλαυίου …