Ancient Greek
P.Stras. 3 151
Documentary Papyri, P.Stras. 3 151
Not analysed yet
…Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαῶφι γ ἔτους …Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ἀπελλαίου γ Φαῶφι γ ἐν …τοῦ …νομοῦ. ὁμολογοῦσι Τεσενοῦφις πρεσβύτερος ὡς ἐτῶν εἴκοσι τριῶν οὐλὴ …καὶ Τεσενοῦφις νεώτερος ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ μετώπωι ἐκ δεξιῶν ἀμφοτέρου …Στοτοῆτι Πανεφρέμμιος ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ πήχει ἀριστερῶι πεπρακέναι αὐτῶι Στοτοῆτι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν τῶι μὲν Τεσενοῦφι πρεσβυτέρωι …τωι δὲ Τεσενοῦφι νεωτέρωι κατὰ τὸ λοιπὸν τρίτον …οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα πάντα ὧν γείτονες …ς οἰκίας καὶ αὐλῆς καθὼς οἱ ὁμολογοῦντες …νότου …καὶ τῶν μετόχων οἰκία καὶ αὐλὴ βορρᾶ ἴσοδοςως …λιβὸς ῥύμη βασιλικὴ ἀπηλιώτου πρότερον …καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ τοῦ Στοτοήτιος τὴν συν… τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς …διὰ τῆς Σαμβᾶ τοῦ καὶ Διδύμου τραπέζης …καὶ βεβαιώσειν τοὺς ὁμολογοῦντας καὶ τοὺς παρʼ αὐτῶν τῷ Στοτοῆτι καὶ τοῖς παρʼ αὐτοῦ …πάσῃ βεβαιώσει, ἃ καὶ παρέξασθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος καὶ παντὸς εἴδους ἀπὸ τῶν …ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον …τεροις μηδʼ ἐνποιούμενον αὐτῶν μηδένα μηδὲ κωλύοντα τὸν Στοτοῆτιν μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ τὰ ἐξ αὐτῶν περιγινόμενα ἀποφερομένους …καὶ ἐξαλλοτριοῦντας καὶ διοικοῦντας κατʼ αὐτοῦ …καὶ μηδὲ τοὺς ὁμολογοῦντας μηδὲ τοὺς παρʼ αὐτῶν ἐνκαλεῖν …μηδὲ …μη…