Ancient Greek
P.Stras. 4 185 Ro
Documentary Papyri, P.Stras. 4 185r
Not analysed yet
Ἁρποχρατίωνι Χαιρήμονος παρὰ Ὀρσέως πρεσβυτέρου καὶ Ὀρσέως νεωτέρου ἀμφοτέρων Σοκονώπεως καὶ Ὀρσῆτος τοῦ Ψοσναῦτος καὶ Ἥρωνος τοῦ Ἁρσότος οἱ τέσσερες Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύων εἰς ἔκτισιν. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ εἰς τὸ ἐνεστὸς πρῶτον …Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ς…. ηρατον ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Ἀρχελαίδα τῆς Θεμίστου μερίδος ἐμβλήματος διώρυγος Καχῶχις λεγομένου ἀπὸ τρίτου καὶ δεκάτου τοῦ Παῦνι μηνὸς τοῦ ἐνεστῶτος πρώτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἕως μηνὸς Καισαρείου ἐπαγομένων πέμπτης τοῦ αὐτοῦ ἔτους· ὑφιστάμεθα τελέσειν φόρον τοῦ παντὸς ἀργυρίου …