Ancient Greek
P.Stras. 4 190
Documentary Papyri, P.Stras. 4 190
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου νέου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δεκάτου Μεσορὴ τριακὰς ἑνδεκάτης ἰνδικτίονος Αὐρηλίῳ Σερήνῳ υἱῷ καὶ Εὐχαριστίᾳ θυγατρὶ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Θεοδοσίου υἱοῦ Φοιβάμμωνος μητρὸς Μαρίας μαχαιρᾶ ἀπὸ τῆς αὐτῆς πόλεως ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν ἐφʼ ὅσον διακατέχω χρόνον λογιζόμενον ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς ἐπαγομένων τῆς εἰσιούσης ἑνδεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσαν ὑμῖν οἰκίαν ὁλόκληρον οἵας ἐστὶν διαθέσεως μετὰ …μίσθωσις οἰκίας γενομένη …Θεοδ…