Ancient Greek
P.Stras. 4 196
Documentary Papyri, P.Stras. 4 196
Not analysed yet
Ἀμμωνίλλα Πρωτᾶ καὶ Ἰσιδώρα ἀπάτορος ἀμφότεραι ἀπὸ κώμης Τεπτυνέως διʼ ἐκδίκου τῆς Ἰσιδώρας Γαίου Σεμπρωνίου Διογένους Ἡρώδῃ Ὁρσενούφεως ἀπὸ τῆς αὐτῆς Τεπτυνέως· ἐπιστολίδιον ἐπιδεδώκαμεν τῷ κρατίστῳ πρὸς τῷ ἰδίῳ λόγωι Οὐλπίωι Βαρβάρῳ περὶ τοῦ ἀκουσθῆναι περὶ ὧν ἔχομεν πρὸς σὲ ἡμᾶς πρὸς σὲ καὶ ἐτύχομεν ὑπογραφῆς τῆσδε ι …Μεσορὴ κε· παραγγείλασα τῷ Ἡρώδῃ ἔντυχέ μοι δικάζοντι· ἀπόδος· κατὰ τὸ ἀναγκαῖον παραγγέλλεταί σοι διὰ τῶν ὑπογεγραμμένων τριῶν μαρτύρων ἵνα προσκαρτέρῃς τῷ ἱερωτάτῳ βήματι αὐτὸς ἄγγειλον τὰ προγε…