Ancient Greek
P.Stras. 4 201
Documentary Papyri, P.Stras. 4 201
Not analysed yet
…ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Δύστρου ιβ Τῦβι ιβ ἐν Διονυσιάδι τῇ πρὸς τοῖς Χαλχωρυχίοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ· ὁμολογοῦσιν Στοτοῆτις …τοῦ Στοτοήτιος μητρὸς Σεγάθιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου μερίδος τοῦ αὐτοῦ νομοῦ καὶ Διόσκορος Μάρωνος τοῦ …ἀπογραφόμενος ἐπʼ ἀμφόδου Ἑτέρων Χηνοβοσκίων ἐτῶν …οὐλὴ δακτύλῳ μικρω?ͅ …Πτολεμαίῳ Μάρωνος τοῦ Μάρωνος ἀπογραφομένῳ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ἑτέρων Χηνοβοσκίων ἐτῶν λη …Στοτοῆτις καὶ Διόσκορος …Πτολεμαίῳ κάμηλον μίαν τελείαν θήλειαν …πυρραν κεχαραγμέμην …υ ἦτα ἣν καὶ π… Πτολεμαῖος ταύτην τοιαύτην ἀναπόρριφον ἀφʼ ὧν ἔχει Στοτοῆτις ἐν ἀπογραφῇ καμήλων …ἐν κώμῃ Σοκνοπαίου Νήσου καὶ ἀπέχειν Στοτοῆτιν παρὰ τοῦ Πτολεμαίου τὴν συμπεφωνημένην τῆς πεπραμένης καμήλου τιμὴν ἀργυρίου δραχμὰς πεντακοσίας …καὶ βεβαιώσειν αὐτὸν Πτολεμαῖον …ο…ιον Διόσκορον …ον πάσῃ βεβαίωσει καὶ ἀπὸ δημοσίων ταύτης μέχρι τοῦ διεληλυθότος πρώτου ἔτους καὶ αὐτὸν καὶ ἐπάναγκες τὸν Πτολεμαῖον ἀπογράψασθαι ἐν τῇ τῶν καμήλων ἀπογραφῇ τοῦ …ς ἐπʼ ὀνόματος αὐτοῦ ἐπὶ τῆς αὐτῆς κώμης Διονυσιάδος καὶ ἀποδώσειν αὐτ …της δημόσια …Στοτοήτιος καὶ Διοσκόρου Διόσκορος …