Ancient Greek
P.Stras. 4 237
Documentary Papyri, P.Stras. 4 237
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἀπελλαίου …Φαῶφι …ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ Ἰουλίας Σεβαστῆς· ὁμολογεῖ Μάρων …μονος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ ὀφρύι δεξιᾷ τῇ προούσῃ καὶ συνούσῃ αὐτῷ …γυναικὶ Βουβαστατι Ἡλιοδώρου ὡς ἐτῶν εἴκοσι …καὶ τῇ ταύτης μητρὶ Ἀλεξάνδρᾳ τῇ καὶ Σεμπρωνίᾳ ὡς ἐτῶν ἑβδομήκοντα τέσσαρων ἀσήμῳ ταῖς δύο μετὰ κυρίου τοῦ συγγενοῦς Πτολεμαίου τοῦ Σουχίωνος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ ἀντικνημίωι ἀριστερῶι ἔχειν παρʼ αὐτῶν τὸν ὁμολογοῦντα Μάρωνα ἐπὶ τῇ Βουβαστατι παρὰ τῆς αὐτῆς Βουβαστοῦτος ἅμα τῇ τοῦ γάμου συνβιώσει δραχμὰς ἑβδομήκοντα δύο οὔσας ἱμάτια ἐν συντιμήσει …ζεῦγος χρυσίου δοκιμίου τεταρτῶν δύο καὶ χαλκῆν Ἀφροδίτην, εἴσοπτρον δίπτυχον, κάδους, ληκύθους, ξυλίνην ἐπιθήκην τῆς Ἀφροδίτης, μυροθήκην …παρὰ τῆς αὐτῆς Σεμπρωνίας τῆς καὶ Ἀλεξάνδρας δραχμὰς εἴκοσι τέσσαρας αἵ εἰσι δακτύλια …· συμβιούτωσαν οὖν ἀλλήλοις ὅ τε Μάρων καὶ ἡ Βουβαστοῦς ……αστου Ευ… …ου Μαρωνος ……κοντα τεσσαρας ……θρέμματα ……κάμηλοι …